Text
ἴδ᾽ ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων
ὑπεσκέλισται, καὶ τὸ λῶπος ἕλκεται
ἐσάχρι γυίων τῶν δὲ βλαυτίων τὸ μὲν
ὅμως φυλάσσει, θάτερον δ᾽ ἀπώλεσεν.μελίσδεται δὲ τὰν χέλυν διακρέκων
— Paton edition
ἤτοι Βάθυλλον, ἢ καλὸν Μεγιστέα.
φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.
Comments