Text
Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν,
τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς:οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος
ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι.μάρτυς ὁ Μαινάλιος κερόεις θεός, ὕμνον ἀείσας
— Paton edition
τῶν σέο, καὶ νομίων λησάμενος δονάκων.
Comments