Text
α. τίς πόθεν ὁ πλάστης; β. Σικυώνιος. α. οὔνομα δὴ τίς;
β. Λύσιππος. α. σὺ δὲ τίς; β. καιρὸς ὁ πανδαμάτωρ.
α. τίπτε δ᾽ ἐπ᾽ ἄκρα βέβηκας; β. ἀεὶ τροχάω. α. τί δὲ ταρσοὺς
ποσσὶν ἔχεις διφυεῖς; β. Ἵπταμ᾽ ὑπηνέμιος.
α. χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; β. ἀνδράσι δεῖγμα,
ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.α. ἡ δὲ κόμη, τί κατ᾽ ὄψιν; β. Ὑπαντιάσαντι λαβέσθαι.
α. νὴ Δία, τἀξόπιθεν δ᾽ εἰς τί φαλακρὰ πέλει;
β. τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν
οὔτις ἔθ᾽ ἱμείρων δράξεται ἐξόπιθεν.α. τοὔνεχ᾽ ὁ τεχνίτης σε διέπλασεν; β. εἵνεκεν ὑμέων,
— Paton edition
ξεῖνε: καὶ ἐν προθύροις θῆκε διδασκαλίην.
Comments