Text
α. Ἄρτεμι, ποῦ σοι τόξα, παραυχενίη τε φαρέτρη;
ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων,
πόρπη τε χρυσοῖο τετυγμένη, ἠδὲ πρὸς ἄκρην
ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος;— Paton edition
β. κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι: ἐς δὲ θυηλὰς
εἶμ᾽ αὕτως, ἱρῶν ἀντομένη θυέων.
Comments