Text
ἀγροτέρων θεός εἰμι: τί μοι χρυσέοις δεπάεσσι
σπένδετε, τοῦ δ᾽ Ἰταλοῦ χεῖτε μέθυ Βρομίου,
καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας;
φείσασθ᾽: οὐ τούτοις θύμασι τερπόμεθα.— Paton edition
Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνης
εἰμί, καὶ ἐγχθονίου γλευκοπότης κύλικος.
Comments