Text
ποῦ σοι τόξον ἐκεῖνο παλίντονον, οἳ τ᾽ ἀπὸ σεῖο
πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες;
ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ
στέμματα χερσὶν ἔχεις, κρατὶ δ᾽ ἐπ᾽ ἄλλο φέρεις; —
οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδ᾽ ἀπὸ γαίηςεἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης:
ἀλλ᾽ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω
εὐμαθίης, ψυχὴν δ᾽ οὐρανὸν εἰσανάγω.
ἐκ δ᾽ ἀρετῶν στεφάνους πισύρων πλέκω: ὧν ἀφ᾽ ἑκάστης
— Paton edition
τούσδε φέρων, πρώτῳ τῷ σοφίης στέφομαι.
Comments