Epigram 16.201

URN
Created on
By
Updated on

Descriptions

Text

ποῦ σοι τόξον ἐκεῖνο παλίντονον, οἳ τ᾽ ἀπὸ σεῖο
πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες;
ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ
στέμματα χερσὶν ἔχεις, κρατὶ δ᾽ ἐπ᾽ ἄλλο φέρεις; —



οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδ᾽ ἀπὸ γαίης

εἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης:

ἀλλ᾽ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω

εὐμαθίης, ψυχὴν δ᾽ οὐρανὸν εἰσανάγω.

ἐκ δ᾽ ἀρετῶν στεφάνους πισύρων πλέκω: ὧν ἀφ᾽ ἑκάστης


τούσδε φέρων, πρώτῳ τῷ σοφίης στέφομαι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.201: First revision

See all modifications →