Text
λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον
οὖλος Ἔρως, πήρην δ᾽ εἶχε κατωμαδίην
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.εἶπε δ᾽ ἄνω βλέψας αὐτῷ Διί:
πλῆσον ἀρούρας,μή σε τὸν Εὐρώπης βοῦν ὑπ᾽ ἄροτρα βάλω.
— Paton edition
Comments