Epigram 16.199

URN
Created on
By
Updated on

Descriptions

Text

καὶ κλαῖε καὶ στέναζε, συσφιγχθεὶς χεροῖν
τένοντας, ὦ 'πίβουλε: τοῖά τοι πρέπει.
οὐκ ἔσθ᾽ ὁ λύσων μὴ λεείν᾽ ὑπόβλεπε.
αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ


ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη
πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων,
ἔρως: τὰ θνητῶν δ᾽ ἐστί σοι γέλως ἄχη
πέπονθας οἷ᾽ ἔρεξας. ἐσθλὸν ἡ δίκη.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.199: First revision

See all modifications →