Text
κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον,
κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα,
σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ,
πτανὸν πῦρ, ψυχᾶς τραῦμ᾽ ἀόρατον, Ἔρως.θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός:
— Paton edition
ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις.
ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν,
ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.
Comments