Text
ἀμφότεροι Θήβηθε, καὶ ἀμφότεροι πολεμισταί,
κἠκ Ζηνός: θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ.
ἀμφοῖν δὲ στῆλαι συντέρμονες: εἴκελα δ᾽ ὅπλα,
νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ.Ἥρη δ᾽ ἀμφοτέροις χαλεπὴ θεός. οἱ δ᾽ ἀπὸ γαίης
— Paton edition
ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.
Comments