Text
α. εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες
καὶ πόλεμοι, πέρι σοὶ δ᾽ εὔαδον εἰλαπίναι.β. μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα:
ἴσθι δ᾽ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω.καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος: οἶδεν ἅπας μοι
ἠῴου δμηθεὶς Ἰνδὸς ἀπ᾽ Ὠκεανοῦ,καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ,
αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος.
καὶ μὴν οὐδ᾽ ἐπ᾽ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη:λῦσα δ᾽ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.
— Paton edition
Comments