Text
τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτι
ἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπριν
ἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον,
οὐ γραπτόν, ἀλλ᾽ ἔμψυχον ἐξεμάξατο.εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν,
— Paton edition
εὖ δ᾽ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος,
καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ:
αὐτὰ δ᾽ Ἀθάνα καὶ Διὸς συνευνέτις
φάσουσιν ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.
Comments