Text
Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴν
δαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις;σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος,
καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες.ἐς τί δὲ ταῦτ᾽ ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρη
— Paton edition
συλήσας1᾽ αὐχεῖς, Κύπρις ὅσον δύναται;
Comments