Text
ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις,
εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην.
τοίη καὶ γενόμην, ἀλλ᾽ οὐ νόον, οἷον ἀκούεις,
ἔσχον, ἐπ᾽ εὐφήμοις δόξαν ἐνεγκαμένη.οὐδὲ γὰρ Αἰνείαν ποτ᾽ ἐσέδρακον, οὐδὲ χρόνοισι
Τροίης περθομένης ἤλυθον ἐς Λιβύην:
ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίων
πῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον.
Πιερίδες, τί μοι ἁγνὸν ἐφωπλίσσασθε Μάρωναοἷα καθ᾽ ἡμετέρης ψεύσατο σωφροσύνης;
— Paton edition
Comments