Epigram 16.140

URN
Created on
By
Updated on

Descriptions

Text

δεῦρ᾽ ἴδε, καὶ θάμβησον ὑπ᾽ ὀφρύσι κείμενον οἶκτον
καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν,

καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης
ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην.

ζωγράφος εὖ δ᾽ ἔκρυψε φόνου τέλος, οὐκ ἐθελήσας
θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.140: First revision

See all modifications →