Epigram 16.136

URN
Created on
By
Updated on

Descriptions

Text

τὰν ὀλοὰν Μήδειαν ὅτ᾽ ἔγραφε Τιμομάχου χείρ,
ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν,
μυρίον ἄρατο μόχθον, ἵν᾽ ἤθεα δισσὰ χαράξῃ,
ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δ᾽ εἰς ἔλεον.

ἄμφω δ᾽ ἐπλήρωσεν: ὅρα τύπον ἐν γάρ ἀπειλᾷ
δάκρυον, ἐν δ᾽ ἐλέῳ θυμὸς ἀναστρέφεται.
ἀρκεῖ δ᾽ ἁ μέλλησις, ἔφα σοφός: αἷμα δὲ τέκνων
ἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.136: First revision

See all modifications →