Epigram 15.9

URN
Created on
By
Updated on

Descriptions

Text

ἐγκώμιον εἰς Θεοδόσιον τὸν βασιλέα
πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα,
νόσφι λοχαίου ἔρωτος: ὀιστεύεις δ᾽ ἅτε Τεῦκρος,
ἀλλ᾽ οὔ τοι νόθον ἦμαρ ἔχεις δ᾽ ἐρικυδέα μορφήν,

τὴν Ἀγαμεμνονέην, ἀλλ᾽ οὐ φρένας οἶνος ὀρίνει:
ἐς πινυτὴν δ᾽ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐΐσκω,
ἀλλὰ κακῶν ἀπάνευθε δόλων Πυλίου δὲ γέροντος
ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,
πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 15.9: First revision

See all modifications →