Text
οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς
ἀνδρός, ἴσον βιότῳ καὶ τάφον εὑραμένου,
ἄστροις γειτονέοντα: φέρει δ᾽ ὅσον οὔτινα τύμβος
ἀνέρα,, τὸν τελετᾶς οὐρανίδος ζάκορον,τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,
— Paton edition
τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα:
ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα
Ἀτθίς, χἀ κόλποις ὀστέα δεξαμένα.
Comments