Text
ἶσον κυδαλίμοις, Φαυστινιάδῃ τε καὶ αὐτῷ
Φαυστίνῳ, βασιλεὺς στῆσε παρ᾽ ἀμφοτέροις
οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας
ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον— Paton edition
τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.
Comments