Text
τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη,
νίκη δ᾽ ἐστεφάνωσεν ἀμοιβαδόν, ἄλλοτ᾽ ἀπ᾽ ἄλλου
χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης.
πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους:νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δ᾽ ἔσχατος, ἄλλοτε μέσσος,
— Paton edition
πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.
Comments