Text
χρύσεον ἀντ᾽ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,
οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας:
γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ
— Paton edition
δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.
Comments