Epigram 15.40

URN
Created on
By
Updated on

Descriptions

Text

ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι:


Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο


οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.

ἀλλ᾽ ἄνεὠ ^ μὲν ἔκειτο, μεμυκὼς χείλεα σιγῇ,
σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,
ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,

ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις
αὐτοκασιγνήταις:
ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο
μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.
τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν,

σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ.
ὄφρα μὲν ἠέλιος τρίτον ἠνυσεν ἦμαρ ἐς αἶαν,
τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους:
ἀλλ᾽ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,

καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο

εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,
οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δ᾽ ἦον ἁπάντων,
οὓς ἔκπαγλ᾽ ἐφίλης1᾽, ὡσεὶ θεοῦ υἷας ἐόντας,
ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ,
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν



ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,

κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,

ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει:

δεῦτ᾽ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,

σπεύσομεν ὅττι τάχιστ᾽, ὄφρα κλέος ἄφθιτον ἴσχω:


ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.

τὸν δ᾽ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι:

ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.
εἶπον ὃ δ᾽ αὐτὸς ἔβαινε, καὶ ἡγεμόνευε μαθηταῖς.
σπερχόμενοι δ᾽ εἵποντο μετ᾽ ἴχνια Παμμεδέοντος,

ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων,
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων
ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.
ἀλλ᾽ ὅτε δὴ ῥ᾽ ἱκάνοντο πολυκλαύστῳ ἐνὶ τύμβῳ,
καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν

Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε:


Γουνούμεσθὰ ς1᾽, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις:

Λάζαρον ὃν φιλέεσκες, ἐν ἔγκασιν ἤλυθεν ᾄδου:

εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς

οὔποτ᾽ ἔτλη μεῖναι, ἐπειὴ πολὺ φέρτατος ἦσθα:


ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.

καὶ τότε δὴ ὕψιστος ἀμείβετο: ποῦ ποτε κεῖται;
αἳ δ᾽ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην
δὴ τότ᾽ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν,
εἶπεν ἄρ᾽: ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο


αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο,

καὶ τότε δὴ μέγ᾽ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ

Λάζαρε, δεῦρ᾽ ἴθι, κλῦθι ἐμεῖο, καὶ ἔρχεο ἔξω.
ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,
λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.

τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν.
αὐτίκα δ᾽ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,
καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 15.40: First revision

See all modifications →