Text
Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον,
καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα:
ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν
κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας
— Paton edition
μνᾶμα τόδ᾽ ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.
Comments