Text
Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν
Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,
εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν
οὐδὲ γὰρ οὐδ᾽ αὐτοῦ τῆς σφετέρης ἐς ἅπανψυχαὶ λήθονται μεγαθύμων εὐεργείης:
ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου
ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν
Χριστοῦ, τὸν ῥα νυὸν σεμνὸν ἕλ᾽ ἀφθορίης,
λαμπάδ᾽ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης:ἧς τόδε σῆμ᾽ ὕπνου γνῶθι πολυχρονίου.
— Paton edition
Comments