Text
τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,
τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον
(αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας
παρών), τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα,καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν
κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,
ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην
(ἀφ᾽ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν
μόνανδρον ἐκλάμποντα( τὴν παρρησίανἌννης ἀμαυροῦν οὐ δυνήσεται τάφος.
— Paton edition
πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα
καλὸν φερούσης νονθέτημα τῷ βίῳ
εἰ δ᾽ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον
αὕτη παρ᾽ αὐτὸν τὸν τάφον τεθειμένη.
Comments