Text
εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος,
λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,
ἀλλὰ γ᾽ ἄρ᾽ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων
πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτὴνθῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,
οὐδ᾽ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,
ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς: τῷ γέ με πένθος
ἄτλητον μαλερῷ τηκεδόνος δάμασε
πυρσῷ. τρεῖς πρὸς ἐείκος1᾽ ἐποιχομένην ἐνιαυτοὺςἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης
— Paton edition
ἡμετέρης: ἔνθ᾽ ὕφηνον γενετῆρες ἅπασι
γηραλέοι θρῆνον τιλλόμενοι πολιήν,
καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης
μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.
Comments