Text
To be read as in the main text but to be written thus
Κωτίλας
τῆ τόδ᾽ ἄτριον νέον
πρόφρων δὲ θυμῷ δέξο: δὴ γὰρ ἁγνᾶς
τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ᾽ ἀέξειν
θοῶς δ᾽ ὕπερθεν ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
θοαῖς ἴς1᾽ αἰόλαις νεβροῖς κῶλ᾽ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν
πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ᾽ ἀρθμίας ἴχνος τιθήνας
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ᾽ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳκαἶτ᾽ ὦκα βοᾶς ἀκοὰν μεθέπων, ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος
ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους1᾿ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος
βλαχαὶ δ᾽ οἴων πολυβότων ἀν᾽ ὀρέων νομὸν ἔβαν τανυσφύρων ἐς ἀν᾽ ἄντρα Νυμφῶν
ταὶ δ᾽ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζὸνἴχνει θένων ταν παναίολον Πιερίδων μονόδουπον αὐδὰν
ἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν
φῦλ᾽ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός
λιγειά μιν κάμ᾽ ἶφι ματρὸς ὠδίς
Δωρίας ἀηδόνοςματέρος.
Κωτίλας
ματέρος
τῆ τόδ᾽ ἄτριον νέον
Δωρίας ἀηδόνοςπρόφρων δὲ θυμῷ δέξο: δἢ; γὰρ ἁγνᾶς
λίγειά μιν κάμ᾽ ἶφι ματρὸς ὠδίς:
τὸ μὲν θεῶν ἐριβόας Ἐρμᾶς ἔκιξε κάρυξ
φῦλ᾽ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός:
ἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ᾽ ἀέξεινἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν.
θοῶς δ᾽ ὕπερθεν ῾ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
ἴχνει θένων . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,
θοαῖς ἴς1᾿ αἰόλαις αἰόλαις κῶλ᾽ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν:
ταὶ δ᾽ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζόν,πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ᾽ ἀρθμίας ἴχνος τιθῆνας:
βλαχαὶ δ᾽ οἴων πολυβότων ἀν᾽ ὀρέων νομὸν ἐβαν ταννσφνρων ἐς ἀν᾽ ἄντρα Νυμφῶν:
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ᾽ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους1᾿ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος:
καἶιτ᾽ ὦκα Βοᾶς ἀκοὰν μεθέπων, ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος:ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς.
— Paton edition
Cities
Keywords
Periods (eng)
Collections (eng)
Scholia
Alignment
Internal references
External references
Media
Last modifications
Epigram 15.27: Addition of Comment (PK 1132) by “mathildevrst”
Epigram 15.27: Association of époque hellénistique (4) by “maximeguénette”
Epigram 15.27: Association of Couronne de Méléagre (181) by “maximeguénette”
Epigram 15.27: First revision
See all modifications →
Comment