Text
Ὀλὸς οὔ με λιβρὸς ἱρῶν
Λιβάδεσσιν, οἷα κάλχη
Ὑποφοινίῃσι τέγγει:
Μαύλιες δ᾽ ὕπερθε πέτρης Ναξίας θοούμεναιΠαμάτων φείδοντο Πανός: οὐ στροβίλῳ λιγνύι
Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.
ἐς γὰρ βωμὸν ὁρῆς με μήτε γλούρου
πλίνθοις, μήτ᾽ Ἀλύβης παγέντα βώλοις:
†2οὐδ᾽ ὃν Κυνθογενὴς ἔτευξε φύτληλαβόντε μηκάδων κέρα,
Λισσαῖσιν ἀμφὶ δειράσιν
ὅσσαι νέμονται Κυνθίαις,
ἰσόρροπος πελοιτό μοι.
σὺν Οὐρανοῦ γὰρ ἐκγόνοιςεἰνὰς μ᾽ ἔτευξε γηγενής:
τάων ἀείζῳον τέχνην
ἔνευσε πάλμυς ἀφθίτων.
σὺ δ᾽ ὦ πιὼν κρήνηθεν, ἣν
ἶνις κόλαψε Γοργόνος,Θύοις τ᾽ ἐπισπένδοις τέ μοι
Ὑμηττιαδᾶν πολὺ λαροτέρην
σπονδὴν ἄδην ἴθι δὴ θαρσέων
ἐς ἐμὴν τεῦξιν καθαρὸς γὰρ ἐγὼ
ἰὸν ἱέντων τεράων, οἷα κέκευθ᾽ ἐκεῖνοςἀμφὶ Νέαις Θρηικίαις, ὃν σχεδόθεν Μυρίνης
— Paton edition
σοί, Τριπάτωρ, πορφυρέου φώρ ἀνέθηκε κριοῦ.
Cities
Keywords
Scholia
Alignment
Internal references
External references
Media
Last modifications
Epigram 15.25: Addition of Comment (PK 1133) by “mathildevrst”
Epigram 15.25: First revision
See all modifications →
Comment