Text
οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ Κεράσταν, ὅν ποτ᾽ ἐθρέψατο ταυροπάτωρ,
ἀλλ᾽ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,οὔνομ᾽ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος:
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰσαυδέα
ἕλκος, ἄγαλμα πόθοιο
πυρισμαράγω: ὃς σβέσεν ἀνορέαν ἰσαυδέαπαπποφίνου Τυρίαν τ᾽ ,
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πᾶμα Πάρις θέτο Σιμιχίδας.
ψυχάν, ᾇ βοτοβάμων,
στήτας οἶστρε Σαέττας,κλωποπάτωρ, ἀπάτωρ,
λαρνακόγυιε, χαρεὶς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ,
Καλλιόπᾳ,νηλεύστῳ.
— Paton edition
Comments