Epigram 15.12

URN
Created on
By
Updated on

Descriptions

Text

εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μ᾽ Ἐπικούρου
ἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα:
τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;
οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,

οὐ τιμάς: τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος.

ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος: αἰδέομαι γὰρ
οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν:
μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν:
Σειρηνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν:

ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,
μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷ
ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.
ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην,

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 15.12: First revision

See all modifications →