Text
εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μ᾽ Ἐπικούρου
ἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα:
τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;
οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,οὐ τιμάς: τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος.
ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος: αἰδέομαι γὰρ
οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν:
μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν:
Σειρηνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν:ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,
— Paton edition
μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷ
ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.
ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην,
Comments