Text
ἀλλ᾽ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν
νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν
ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,
δῖα Δίκη σβέσσει κρατερὸν Κόρον,Ὕβριος υἱόν,δεινὸν μαιμώωντα, δοκεῦντ᾽ ἀνὰ πάντα πιθέσθαι.
— Paton edition
χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δ᾽ Ἄρης
πόντον φοινίξει: τότ᾽ ἐλεύθερον Ἑλλάδος ἦμαρ
εὐτύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.
Comments