Epigram 14.93

URN
Created on
By
Updated on

Descriptions

Text

οὐ δύναται Παλλὰς Δί᾽ Ὀλύμπιον ἐξιλάσασθαι,
λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ:
σοὶ δὲ τόδ᾽ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας.
τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος

ἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο,
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς
μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ᾽ ὀνήσει.
μηδὲ σὺ γ᾽ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπ᾽ ἠπείρου στρατὸν ἥσυχος, ἀλλ᾽ ὑποχωρεῖν,

νῶτον ἐπιστρέψας: ἔτι τοί ποτε κἀντίος ἔσσῃ.
ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν,
ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 14.93: First revision

See all modifications →