Text
ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ᾽ ἔσχατα γαίης
δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα,
οὔτε πόδες νέατοι, οὔτ᾽ ὦν χέρες, οὔτε τι μέσσηςλείπεται, ἀλλ᾽ ἄζηλα πέλει: κατὰ γάρ μιν ἐρείπει
πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων
πολλὰ δὲ κἆλλ᾽ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον
πολλοὺς δ᾽ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,δείματι παλλόμενοι: κατὰ δ᾽ ἀκροτάτοις ὀρόφοισιν
— Paton edition
αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην.
ἀλλ᾽ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ᾽ ἐπικίδνατε θυμόν.
Comments