Epigram 14.73

URN
Created on
By
Updated on

Descriptions

Text

γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,
ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες,
ἄνδρες δ᾽ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης:
ἀλλ᾽ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ

Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,
Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο:
ὑμεῖς δ᾽, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι, οὐδὲ τέταρτοι,
οὐδὲ δυωδέκατοι, οὔτ᾽ ἐν λόγῳ, οὔτ᾽ ἐν ἀριθμῷ.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 14.73: First revision

See all modifications →