Text
ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν:
νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν;
ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια:ὀγδόατον δὲ Φίλιννα φέρει λάχος: ἡ δ᾽ Ἀγανίππη
τέτρατον: ἑβδομάτῳ δ᾽ ἐπιτέρπεται Ὠρείθυια:ἕκτην δ᾽ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην
τρισσαὶ δ᾽ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο:
ἐννάκι δ᾽ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰ
δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.
— Paton edition
Cities
Keywords
Scholia
Alignment
Internal references
External references
Media
Last modifications
Epigram 14.120: Association of Metrodorus by “marviro”
Epigram 14.120: First revision
See all modifications →
Comments