Epigram 14.119

URN
Created on
By
Updated on

Descriptions

Text

Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο
Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.
καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια: ταῖς δὲ περισσὰ
δῶκε κασιγνήτη: μῆλα δ᾽ ἔχεν πλέονα.

ἡ μὲν γὰρ τρισσῇσι τρί᾽ ἕβδομα δῶκεν ἑταίραις,
ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος:
ἕνδεκα δ᾽ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν
μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.
ἡ δ᾽ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,

πέμπτῃ δ᾽ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν:
τέσσαρα δ᾽ Εὐρυχόρῃ δῶρον πόρε: τέτρασι δ᾽ ἄλλοις
μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 14.119: Association of Metrodorus by “marviro

Epigram 14.119: First revision

See all modifications →