Text
πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις
σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων
ἔθηκαν: κείνους δ᾽ Ἀντιγένης ἐδίδασκεν ἄνδρας.
εὖ δ᾽ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων
Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς:
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν ἹππόνικοςΣτρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
— Paton edition
αἳ οἱ ἐπ᾽ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν
θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.
Comments