Text
ἄνθηκεν τόδ᾽ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
ἐν Δελφοῖς ποσὶ Νικολᾴδας,
καὶ Παναθηναίοις στεφάνους λάβε πέντ᾽ ἐπ᾽ ἀέθλοις
ἑξῆς ἀμφιφορεῖς ἐλαίου:Ἰσθμῷ δ᾽ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα
ἀκτὴ Ποντομέδοντος ἆθλον:
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα
Πελλάνᾳ, δύο δ᾽ ἐν Λυκαίῳ,
καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ᾽ Ἐπιδαύρῳ,καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ:
— Paton edition
ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας
ηὔφρανεν μεγάλαν Κόρινθον.
Comments