Text
ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα,
καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου,
καὶ ῥεῦμ᾽ ἄπιστον τῆς ἀνωμάλου Τύχης,
πῶς τοὺς πένητας πλουσίους ἐργάζεται,καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ,
τότε κατ᾽ ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενος
μισῶ τὰ πάντα, τῆς ἀδηλίας χάριν.
ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης,
τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ,πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης;
— Paton edition
Comments