Text
μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ,
μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην.
πᾶς γὰρ ὑπ᾽ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις,
τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος.ἡ δ᾽ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης
— Paton edition
κύματα θαρσαλέως ποντοπόρει βιότου.
Comments