Text
Πανδώρης ὁρόων γελόω πίθον, οὐδὲ γυναῖκα
μέμφομαι, ἀλλ᾽ αὐτῶν τὰ πτερὰ τῶν Ἀγαθῶν.
ὡς γὰρ ἐπ᾽ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης
πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς
— Paton edition
ὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.
ἀμφοτέρων δ᾽ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν
γηράσκουσαν ἔχει, καὶ πίθος οὐδὲν ἔχει.
Comments