Text
εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι
ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι,
παίζομαι, εἰ βροτός εἰμι. βροτὸς δ᾽ εὖ οἶδα καὶ αὐτὸς
θνητὸς ἐών δολιχαῖς δ᾽ ἐλπίσι παιζόμενος,αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμην
— Paton edition
ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.
τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω
παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.
Comments