Text
εὖτέ τις ἐκ πενίης πλούτου τύχοι ἠδὲ καὶ ἀρχῆς,
οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον.
τήν ποτε γὰρ φιλίην ἀπαναίνεται: ἀφρονέων δε
τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος: οὐκ ἐθέλεις δέ,
— Paton edition
αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν.
πάντα, φίλος, μερόπεσσι παρέρχεται: εἰ δ᾽ ἀπιθήσεις,
ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.
Comments