Text
πλοῦς σφαλερὸς τὸ ζῆν χειμαζόμενοι γὰρ ἐν αὐτῷ
πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα.
τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες,
ὡς ἐπὶ τοῦ πελάγους, ἀμφίβολοι πλέομεν,οἱ μὲν ἐπ᾽ εὐπλοΐην, οἱ δ᾽ ἔμπαλιν ἀλλ᾽ ἅμα πάντες
— Paton edition
εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.
Comments