Text
πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής:
τἆλλα δ᾽ ἔχει λύπην πλείονα τῶν κτεάνων.
τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιον
κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ᾽ ἄλλῳ
— Paton edition
σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,
οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις
μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.
Comments