Text
ἤδη καλλιπέτηλον ἐπ᾽ εὐκάρποισι λοχείαις
λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων
ἤδη ἐπ᾽ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων
μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην:καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν
ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.
ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης
νηοφόροις νώτοις εὔδια πεπταμένης,
οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις,οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.
— Paton edition
ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ
τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,
ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας,
ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.
Comments