Text
ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει
εἴαρος εὐλείμων θελξινόοιο χάρις:
ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις
ὁλκὰς ἀπ᾽ ἠιόνων ἐς βυθὸν ἑλκομένη.— Paton edition
λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται,
πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.
πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι
ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.
Comments