Text
εὔδια μὲν πόντος πορφύρεται: οὐ γὰρ ἀήτης
κύματα λευκαίνει φρικὶ χαρασσόμενα:
οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα
ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν
κάρφεσι κολλητὸν πηξαμένη θάλαμον.
θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,
κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην
μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπουἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.
— Paton edition
Comments